Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.400 Joseph. AJ 12.405 (English) >>Joseph. AJ 12.409

12.403 δὲ Νικάνωρ παραγενόμενος εἰς Ἱεροσόλυμα πολεμεῖν μὲν εὐθὺς οὐ διέγνω τῷ Ἰούδᾳ, δόλῳ δʼ ὑποχείριον λαβεῖν κρίνας προσπέμπει λόγους εἰρηνικοὺς αὐτῷ, μηδεμίαν μὲν ἀνάγκην εἶναι φάσκων πολεμεῖν καὶ κινδυνεύειν, ὅρκους δʼ αὐτῷ διδόναι περὶ τοῦ μηδὲν πείσεσθαι δεινόν· ἥκειν γὰρ μετὰ φίλων ἐπὶ τῷ ποιῆσαι φανερὰν αὐτοῖς τὴν Δημητρίου τοῦ βασιλέως διάνοιαν, ὡς περὶ τοῦ γένους αὐτῶν φρονεῖ. 12.404ταῦτα διαπρεσβευσαμένου τοῦ Νικάνορος Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πεισθέντες καὶ μηδεμίαν ἀπάτην ὑποπτεύσαντες διδόασιν πίστεις αὐτῷ καὶ δέχονται τὸν Νικάνορα μετὰ τῆς δυνάμεως. δὲ ἀσπασάμενος τὸν Ἰούδαν καὶ μεταξὺ προσομιλῶν δίδωσι τοῖς οἰκείοις τι σημεῖον, ὅπως συλλάβωσι τὸν Ἰούδαν. 12.405 δὲ συνεὶς τὴν ἐπιβουλὴν ἐκπηδήσας πρὸς τοὺς ἰδίους συνέφυγεν. φανερᾶς δὲ τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς ἐνέδρας Νικάνωρ γενομένης πολεμεῖν ἔκρινεν τῷ Ἰούδᾳ, καὶ συγκροτήσας καὶ παρασκευασάμενος τὰ πρὸς τὴν μάχην συμβάλλει κατά τινα κώμην Καφαρσαλαμὰ καὶ νικήσας ἀναγκάζει τὸν Ἰούδαν ἐπὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν φεύγειν. 12.406

Ἔτι δʼ αὐτῷ κατιόντι ἀπὸ τῆς ἄκρας εἰς τὸ ἱερὸν ἀπαντήσαντες τῶν ἱερέων τινὲς καὶ πρεσβυτέρων ἠσπάζοντο καὶ τὰς θυσίας ἐπεδείκνυον, ἃς ὑπὲρ τοῦ βασιλέως ἔλεγον ἐπιφέρειν τῷ θεῷ. δὲ βλασφημήσας αὐτοὺς ἠπείλησεν, εἰ μὴ παραδοίη τὸν Ἰούδαν λαὸς αὐτῷ, καθαιρήσειν ὅταν ἐπανέλθῃ τὸν ναόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.400 Joseph. AJ 12.405 (English) >>Joseph. AJ 12.409

Powered by PhiloLogic